Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.252 Joseph. AJ 5.256 (English) >>Joseph. AJ 5.261

5.254

Τῶν δὲ Ἰσραηλιτῶν τὴν ἡγεμονίαν Ἰάρης Γαλαδηνὸς ἐκ τῆς Μανασσίτιδος φυλῆς παραλαμβάνει ἀνὴρ τά τε ἄλλα εὐδαίμων καὶ παῖδας ἀγαθοὺς πεποιημένος τριάκοντα μὲν τὸν ἀριθμὸν ἱππεύειν δὲ ἀρίστους καὶ τῶν κατὰ τὴν Γαλαδηνὴν πόλεων ἀρχὰς ἐγκεχειρισμένους. οὗτος δύο καὶ εἴκοσι ἔτη τὴν ἀρχὴν κατασχὼν τελευτᾷ γηραιὸς καὶ ταφῆς ἐν Καμμὼν πόλει τῆς Γαλαδηνῆς ἀξιοῦται. 5.255

Πάντα δὲ τὰ τῶν Ἑβραίων εἰς ἀκοσμίαν καὶ ὕβριν τοῦ θεοῦ καὶ τῶν νόμων ὑπεφέρετο, καὶ καταφρονήσαντες αὐτῶν Ἀμμανῖται καὶ Παλαιστῖνοι στρατῷ μεγάλῳ διήρπαζον τὴν χώραν καὶ τὴν Περαίαν ἅπασαν κατασχόντες καὶ ἐπὶ τὴν τῶν λοιπῶν ἤδη κτῆσιν διαβαίνειν ἐτόλμων. 5.256Ἑβραῖοι δὲ σωφρονισθέντες ὑπὸ τῶν κακῶν εἰς ἱκετείαν ἐτράποντο τοῦ θεοῦ καὶ θυσίας ἐπέφερον παρακαλοῦντες αὐτὸν μετριάσαντα καὶ πρὸς τὴν δέησιν αὐτῶν ὑπαχθέντα παύσασθαι τῆς ὀργῆς· δὲ θεὸς μεταβαλόμενος εἰς τὸ ἡμερώτερον ἔμελλεν αὐτοῖς βοηθεῖν. 5.257

Ἀμμανιτῶν δʼ ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ διʼ οἰκείαν αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων. 5.258πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντʼ αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. δʼ οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν ἀδελφῶν ἀδικουμένῳ περιφανῶς·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.252 Joseph. AJ 5.256 (English) >>Joseph. AJ 5.261

Powered by PhiloLogic